θεός

θεός
θεός (ὁ, ἡ; v. θεά: θελτ;γτ;ός, θεός, θεοῦ, θεοῖο, θεῷ, θεῷ, θεόν; θεοί, θεοί, θεῶν, θεων, θεοῖς, θεοῖσι, θεούς, θεοί.)
1 god
1 unspecified. (Τάνταλος)

θεοῖσι δεῖπνα παρέχων O. 1.39

θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται μερίμναισιν O. 1.106

ὅταν θεοῦ Μοῖρα πέμπῃ ἀνεκὰς ὄλβον ὑψηλόν fate dispensed by god O. 2.21

παρὰ μὲν τιμίοις θεῶν ἄδακρυν νέμονται αἰῶνα O. 2.66

θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς O. 4.12

βωμοὺς ἓξ διδύμους ἐγέραρεν ἑορταῖς θεῶν μεγίσταις at Olympia O. 5.5

μὴ ματεύσῃ θεὸς γενέσθαι O. 5.24

θεῶν κάρυκα Ἑρμᾶν O. 6.78

θεῶν βασιλεὺς ὁ μέγας O. 7.34

θεῶν δ' ὅρκον μέγαν μὴ παρφάμεν O. 7.65

Τλαπολέμῳ ἵσταται ὥσπερ θεῷ πομπὰ καὶ κρίσις O. 7.79

ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς ἐχθρὰ σοφία O. 9.37

ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον χρῆμ' ἕκαστον O. 9.103

μετὰ δώδεκ' ἀνάκτων θεῶν (cf. O. 5.5) O. 10.49 θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον ἐπέθηκ; O. 13.21

Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν O. 13.52

τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παῤ ὅρκον κτίσιν O. 13.83

ἐν θεῷ γε μὰν τέλος O. 13.104

οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας (θεοὶ etiam possis) O. 14.8

θεῶν κρατίστου παῖδες O. 14.14

θεῶν πολέμιος, Τυφὼς P. 1.15

θεῶν παλάμαις P. 1.48

οὕτω δ' Ἱέρωνι θελτ;γτ;ὸς ὀρθωτὴρ πέλοι P. 1.56

θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, θεός, ὃ καὶ πτερόεντ' αἰετὸν κίχε P. 2.49

—50. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν P. 2.88

καὶ θεοὶ δαίσαντο παρ' ἀμφοτέροις P. 3.93

εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι P. 3.110

σὺν τιμᾷ θεῶνP. 4.51

ποινὰ τίς ἔσται πρὸς θεῶν P. 4.63

θεῷ πίσυνος P. 4.232

σὺν θεῶν τιμαῖς P. 4.260

εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται P. 4.274

παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν P. 5.25

οὐ θεῶν ἄτερ ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

κτίσεν δ' ἄλσεα μείζονα θεῶν P. 5.89

θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν P. 5.117

μάλιστα μὲν Κρονίδαν θεῶν σέβεσθαι P. 6.24

τύχᾳ θεῶνP. 8.53

θεῶν δ' ὄπιν ἄφθονον αἰτέω P. 8.71

ὠκεῖα δ' ἐπειγομένων ἤδη θεῶν πρᾶξις P. 9.67

μὴ φθονεραῖς ἐκ θεῶν μετατροπίαις ἐπικύρσαιεν P. 10.20

ἐμοὶ δὲ θαυμάσαι θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται ἔμμεν ἄπιστον P. 10.49

Κάστορος βίαν σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν P. 11.62

θεῶν βασιλέα N. 1.39

ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν ἀντιάζωσιν N. 1.67

σὺν θεοῦ δὲ τύχᾳ N. 6.24

τιμὰ δὲ γίνεται ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων N. 7.32

βασιλῆα δὲ θεῶν N. 7.82

εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι N. 7.89

ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν N. 9.27

Διομήδεα δ' ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν N. 10.7

Ἥβα καλλίστα θεῶν N. 10.18

ἐπεὶ τοῦτον ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ, εἵλετ αἰῶνα Πολυδεύκης N. 10.58

πολλὰ μὲν ἀγαζόμενοι πρώταν θεῶν (i. e. Ἑστίαν) N. 11.6

καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας I. 2.39

ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος I. 4.1

Πηλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν I. 6.25

δεξαμένα τὸν φέρτατον θεῶν I. 7.5

χαλκόπεδον θεῶν ἕδραν I. 7.44

ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός I. 8.10

ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες I. 8.30

σὺν θεῶν δὲ αἴσᾳ (Boeckh: θεῶ codd.) I. 9.1

θεοὶ συνετέλεσσαν Pae. 2.65

ἐν θεῶν ξενίᾳ at the Delphic Theoxenia Pae. 6.61

Ζεὺς ὁ θεῶν σκοπὸς Pae. 6.94

]τράπεζαν θεῶν ἐπ' ἀμβ[ρο Pae. 15.7

δεῦτ ἐν χορόν, Ὀλύμπιοι, ἐπί τε κλυτὰν πέμπετε χάριν, θεοί fr. 75. 2. θεῶ[ν] Κυβέ[λαν] ματ[έρα (supp. Gomperz, Snell) fr. 80. ἀλλ' οἶος ἄπλατον κεράιζε θεῶν Τυφῶνα Ζεύς fr. 93. θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος fr. 108a. 1. θεῷ δὲ δυνατὸν μελαίνας ἐκ νυκτὸς ἀμίαντον ὄρσαι φάος fr. 108b. 1. θεῶν ἐπὶ βωμοῖς (haec verba praebent codd. Plutarchi, non habet, ut vid., Π.) Θρ. . 1. τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 3. τί θεός; fr. 140d.

σὺν θεοῖς O. 8.14

σὺν θεοῖς ζεύξω τέλος I. 1.6

σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος N. 8.17

σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος I. 4.5

2 opposed to men, mortals.

εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λαθέμεν O. 1.64

τίνα θεόν, τίν' ἥρωα, τίνα δ ἄνδρα κελαδήσομεν; O. 2.2

θάξαις δέ κε φύντ' ἀρετᾷ ἀνὴρ θεοῦ σὺν παλάμᾳ O. 10.21

ἐκ θεοῦ δ' ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως O. 11.10

ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς P. 1.41

θεῶν δ' ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς λέγειν P. 2.22

γόνον οὔτ' ἐν ἄνδρασι γερασφόρον οὔτ ἐν θεῶν νόμοις P. 2.43

κλέπτει τέ μιν οὐ θεὸς οὐ βροτὸς P. 3.30

παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶνP. 4.13θεῷ ἀνέρι εἰδομένῳP. 4.21ἔν τε θεοῖς κἀνθρώποιςP. 9.40

θεὸς εἴη ἀπήμων κέαρ. εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς P. 10.21

ἀρχαὶ δὲ βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς (ἐκ θεῶν Σ: ?on analogy of ἄρχεσθαι) N. 1.9

ἓν ἀνδρῶν, ἓν θεῶν γένος N. 6.1

ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος N. 10.54

σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος I. 4.5

ταῦτα θεοῖσι μὲν πιθεῖν σοφοὺς δυνατόν, βροτοῖσιν δ' ἀμάχανον εὑρέμεν Pae. 6.51

οὐ γάρ ἔσθ ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει βροτέᾳ φρενί fr. 61. 3. θεὸς ὁ πάντα τεύχων βροτοῖς fr. 141. θεῶν καὶ κατ' ἀνθρώπων ἀγυιάς fr. 194. 5. ἴσον μὲν θεὸν ἄνδρα τε φίλον λτ;θεῷ> (add. Heyne: sc. ὑποτρέσαι) fr. 224. ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ fr. 225. Ἀπόλλωνι μὲν θ[εῶν] ἀτὰρ ἀνδρῶν Ἐχεκ[ρά]τει (supp. Blass) ?fr. 333a. 4.
3 specific gods.
a Apollo.

οὐδ' ἔλαθ Αἴπυτον κλέπτοισα θεοῖο γόνον O. 6.36

ὣς ἦρα θεὸς σάφα εἴπαις O. 8.46

φέροισα σπέρμα θεοῦ P. 3.15

ἐν κοιλόπεδον νάπος θεοῦ P. 5.39

ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θ' Ὑψέος εὐρυβία P. 9.13

κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ ῥέζοντας P. 10.33

θεοῦ παρ' εὐτειχέα δόμον N. 7.46

καὶ τὸ μὲν διδότω θεός Pae. 2.54

Πάριος ἑ[καβόλος βροτη]σίῳ δέμαι θεός Pae. 6.80

ὤμοσε [γὰρ θ]εός Pae. 6.112

θεοῦ ἄδυτον Pae. 7.3

his temple in Delphi:

μαντεύσατο δ' ἐς θεὸν ἐλθών O. 7.31

ᾤχετο δὲ πρὸς θεόν N. 7.40

b Zeus.

θεοῦ σάμασιν πιθόμενοι P. 4.199

γνώτ ἀείδω θεῶ τε καὶ ὅστις ἁμιλλᾶται (οἶ pro θεῷ coni. Kayser) N. 10.31

πέμψεν θεὸς ἀρχὸν οἰωνῶν μέγαν αἰετόν I. 6.49

c Poseidon.

τὸν μὲν ἀγάλλων θεὸς ἔδωκεν O. 1.86

θεὸς τῶνδε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων O. 6.101

ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν P. 2.12

(Ἰσθμός)

ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται N. 5.38

d Helios.

καί ῥά μιν χώρας ἀκλάρωτον λίπον, ἁγνὸν θεόν O. 7.60

e Dionysos. ἐπὶ τὸν κισσοδαῆ θεόν, τὸν Βρόμιον, τὸν Ἐριβόαν τε βροτοὶ καλέομεν fr. 75. 9.
f Herakles.

ἥρως θεὸς N. 3.22

g goddesses, Kybele, Great Mother. μεγάλας θεοῦ κύνα Pan. fr. 96. 2.

Ματρί, τὰν κοῦραι παρ' ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ σεμνὰν θεὸν ἐννύχιαι P. 3.79

h Thetis.

πεπρωμένον ἦν, φέρτερον πατέρος ἄνακτα γόνον τεκεῖν ποντίαν θεόν I. 8.34

i Honour, Aidos.

κείνα θεός N. 9.36

k Athene.

εὗρεν θεός P. 12.22

l Psamatheia.

βία Φώκου κρέοντος, ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ' ἐπὶ ῥηγμῖνι πόντου N. 5.13

4 θεόθεν, from, inspired by heaven

σύμβολον δ' οὔ πώ τις ἐπιχθονίων πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν O. 12.8

θεόθεν ἐραίμαν καλῶν P. 11.50

5 frag. ]

οι· θεῶν[ Pae. 4.17


Lexicon to Pindar. . 2010.

Игры ⚽ Нужно сделать НИР?

Look at other dictionaries:

  • θεός — God masc nom sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • θεός — Το υπέρτατο ον. Κατά τη θρησκευτική σκέψη είναι αιώνιο, δημιουργός και συντηρητής, πρώτη αιτία, άπειρη και μυστηριώδης, όλων όσα υπάρχουν. Στον πρωτόγονο άνθρωπο, η ιδέα του Θ. διαμορφώθηκε σε σχέση με τις τεράστιες ανάγκες, τα εμπόδια και τους… …   Dictionary of Greek

  • θεός — ο θηλ. θεά 1. ον με υπερφυσικές δυνάμεις που λατρεύεται από τον άνθρωπο: Οι θεοί του Ολύμπου. 2. (στη χριστιανική φιλοσοφία), ο δημιουργός του κόσμου, ο ρυθμιστής των νόμων του σύμπαντος. 3. ό,τι αγαπούμε υπερβολικά, το ίνδαλμα: Το χρήμα είναι ο… …   Νέο ερμηνευτικό λεξικό της νεοελληνικής γλώσσας (Новый толковании словарь современного греческого)

  • Θέος, Δήμος — (Καρδίτσα 1935 –). Σκηνοθέτης. Σπούδασε κινηματογράφο στη σχολή Σταυράκου. Ξεκίνησε ως βοηθός σκηνοθέτη και διευθυντής παραγωγής. Χαρακτηριστικό στοιχείο των ταινιών του είναι ο υπερτονισμός της αισθητικής πλευράς της τέχνης, που ορισμένες φορές… …   Dictionary of Greek

  • Ἐκ παντὸς ξύλου κλῷος γένοιτ’ ἄν καὶ θεός. — ἐκ παντὸς ξύλου κλῷος γένοιτ’ ἄν καὶ θεός. См. Из одного дерева икона и лопата …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Ἐκ παντὸς ξύλου κόφων γένοιτ’ ἂν καὶ θεός. — ἐκ παντὸς ξύλου κόφων γένοιτ’ ἂν καὶ θεός. См. Из одного дерева икона и лопата …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Ὃταν ὁ θεὸς τὸ γέννημα ὁ διάβολος τὸ σάκκιον. — ὃταν ὁ θεὸς τὸ γέννημα ὁ διάβολος τὸ σάκκιον. См. Бог с рожью, а чорт с костром …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Ὅταν σπεύδη τις αὐτός, ῶ θεὸς συνάπτεται. — ὅταν σπεύδη τις αὐτός, ῶ θεὸς συνάπτεται. См. Смелым Бог владает …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Άγνωστος Θεός — Οι αρχαίοι Έλληνες λάτρευαν και μια θεότητα που την αποκαλούσαν Ά.Θ. Για τη λατρεία του θεού αυτού έγραψαν οι Φιλόστρατος, Απολλόδωρος και Παυσανίας. Ο Λουκιανός (Φίλοψ 9) αναφέρει πως στην Αθήνα συνηθιζόταν o όρκος «Νη τον Άγνωστον», δηλαδή Μα… …   Dictionary of Greek

  • Πρὸς τὰ σάκκια μερίζει ὁ θεὸς τὴν κρυάδα. — См. Бог по силе крест налагает …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Εὑρὲ Θεός τὸν ἀλιτρόν. — См. Виноватого Бог сыщет …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

Share the article and excerpts

Direct link
Do a right-click on the link above
and select “Copy Link”